Joshua 3

1καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωί, καὶ ἀπῆραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως τοῦ Ιορδάνου Καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι. 2καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς 3καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες Ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσθε ὀπίσω αὐτῆς· 4ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις· στήσεσθε, μὴ προσεγγίσητε αὐτῇ, ἵν ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας. 5καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ Ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά. 6καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν Ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ. 7καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ, ἵνα γνῶσιν, καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ. 8καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης λέγων Ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ιορδάνου, καὶ ἐν τῷ Ιορδάνῃ στήσεσθε. 9καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν. 10ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ιεβουσαῖον· 11ἰδοὺ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην. 12προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀφ' ἑκάστης φυλῆς. 13καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ιορδάνου, τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται. 14καὶ ἀπῆρεν λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ιορδάνην, οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πρότεροι τοῦ λαοῦ. 15ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ιορδάνου δὲ Ιορδάνης ἐπλήρου καθ' ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν 16καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπεν· καὶ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω. 17καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσεν πᾶς λαὸς διαβαίνων τὸν Ιορδάνην.
Copyright information for LXX